Το Συναξάριον της Ημέρας 30 Μαρτίου 2023

Τῇ Λ’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος.

Ἐπὶ κλίμαξι κλίμακας πυκνῶς, Πάτερ,

Τὰς σὰς ἀρετὰς θείς, ἔφθασας πόλου μέχρι.

Χαῖρεν Ἰωάννης τριακοστῇ ἐξαναλύων.

Οὗτος ἑκκαίδεκα χρόνων ὑπάρχων, καὶ ἀγχίνους ὢν τῇ ἐγκυκλίῳ σοφίᾳ, προσενήνοχεν ἑαυτὸν θῦμα ἱερώτατον τῷ Θεῷ, ἐν τῷ Σιναίῳ ὄρει ἀνελθών, καὶ μονάσας, καὶ ἐν ὑποταγῇ διάγων. Εἶτα, μετὰ χρόνους ἐννεακαίδεκα, ἀναστὰς ἔρχεται πρὸς τὸ τῆς ἡσυχίας στάδιον, ἀπὸ σημείων πέντε τοῦ Κυριακοῦ, τὴν τῆς παλαίστρας θείαν μονὴν κατειληφώς, Θωλᾶς ὄνομα τῷ χώρῳ, καὶ τεσσαράκοντα ἔτη διαπεράνας, ἐν διακαεῖ ἔρωτι καὶ πυρὶ θείας ἀγάπης πυρπολούμενος, ἤσθιε μὲν ἐκ πάντων, ἃ ἀμέμπτως ἐφείται τῷ ἐπαγγέλματι, βραχὺ δε λίαν καὶ οὐκ εἰς κόρον, και ἐν τούτῳ οἶμαι, τὸ τοῦ τύφου κέρας κλῶν πανσόφως. Ἀλλὰ τὴν τῶν δακρύων πηγὴν ἐκείνου τίς ἂν λόγος ἐξείποι; Ὕπνου δὲ τοσούτου μετελάμβανεν, ὅσον τὴν τοῦ νοὸς οὐσίαν τῇ ἀγρυπνίᾳ μὴ λυμήνασθαι, ὁ δὲ δρόμος τῆς ζωῆς αὐτοῦ προσευχή, ἦν ἀένναος, καὶ πρὸς Θεὸν ἔρως ἀνείκαστος.

Οὗτος τοίνυν, πᾶσαν ἀρετὴν ἐξασκήσας, καὶ καλῶς πολιτευσάμενος, καὶ μεγίστων θεωριῶν γενόμενος ἀνάπλεως, καὶ τὸν μαθητήν, ὑπνοῦντα ἔντινι τόπῳ ὑποκάτω πέτρας μεγίστης, καὶ εἰς μέρη διαιρεθῆναι, ἐν τῷ κελλίῳ ὢν, καὶ Πνεύματι θείῳ γνούς, τοῦ τοιούτου θανάτου ἐῤῥύσατο, ἐπιφανεὶς αὐτῷ καθ’ ὕπνους, καὶ διαναστήσας οὗ ἔμελλεν ὑποστῆναι πτώματος. Ἐν τούτῳ οὖν ἀρετῆς ἀφικόμενος, καὶ ἡγούμενος τοῦ ἁγίου ὄρους Σινᾶ χρηματίσας, κατέλιπε τὴν ἐπίκηρον ζωήν, καὶ προς τὴν αἰώνιον μετετέθη ἀνάπαυσιν, πρότερον σχεδιάσας τὴν πάνσοφον βίβλον τῶν θείων και πνευματικῶν ἀναβάσεων, ἥτις καὶ Κλῖμαξ ἐπονομάζεται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωάδ.

Λέων πατάσσει σε Προφήτα Κυρίου,
ὡς παραβάντα τὸν λόγον τοῦ Κυρίου.

Οὗτος ἦν ἐξ Ἰούδα, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγχε τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς δαμάλεσι. Προσέταξε γὰρ αὐτῷ ὁ Θεός, ἀπελθεῖν μὲν καὶ ἐλέγξαι, μὴ φαγεῖν δὲ ἄρτον, μήτε οἶνον πιεῖν, ἀλλὰ ταχὺ ἐπανελθεῖν. Εὑρὼν δὲ τον Ἱεροβοὰμ θύοντα, ἐκάλεσε τοῦτον καὶ εἶπε: Τάδε λέγει Κύριος· Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Ιούδα, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς Ἱερεῖς τῶν ὑψηλῶν τούτων. Καὶ ἐξέτεινε τὴν χεῖρα ὁ Ἱεροβοάμ, ἐφ’ ᾧ κατασχεῖν αὐτόν, καὶ γέγονεν αὕτη ξηρά, παρακαλέσας δέ, ἀπειλήφει ταύτην ὑγιῆ ὡς τὸ πρότερον. Ὑποστρέφων δὲ ὁ Ἰωάδ, παρεπείσθη πρός τινος ψευδοπροφήτου, Ἐμβὲ λεγομένου, καὶ συνέφαγεν αὐτῷ. Διὰ τὴν παρακοὴν τοίνυν συνεχώρησεν ὁ Θεός, ἀναιρεθῆναι μὲν αὐτὸν ὑπὸ λέοντος, μὴ βρωθῆναι δέ, καὶ ἀποθανὼν ἐτάφη ἐγγὺς του ἀπατήσαντος αὐτόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ ἐν τῷ Φρέατι.

 Ὁ ἐν φρέατι ζῶν Ἰωάννης κάτω,
ἄνω πίνει νῦν ζώντος ὕδατος φρέαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Εὐβούλη, ἡ μήτηρ τοῦ Ἁγίου Παντελεήμονος, ἐν εἰρήνῃ τελειοῦται.

Ἐν οὐρανοῖς σύνεστιν ἀθλητῇ τέκνῳ,

Ἀθλητομήτωρ καλλίτεκνος Εὐβούλη.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἰωάννης Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ τῆς Σιὼν πρόεδρος αἰσθητοῦ θρόνου,
Πρὸς τὴν Σιὼν ἀπήρε τὴν νοουμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βίκτωρ, καὶ οἱ σὺν αὐτῷ ἔντεκα Μάρτυρες, ἐπὶ Μαξιμιανοῦ, ἐν Θεσσαλονίκῃ τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Σωφρονίου, ἐπισκόπου Ἴρκουτσκ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.